Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 30.11 | Dem. 30.16 (English) | >>Dem. 30.19 |
30.14ἐγὼ τοίνυν ὁμολογουμένως οὕτω ταῦτʼ ἐξελέγχων , ὡς οὐδʼ ὕστερον ἀπέδοσαν , οἶμαι ῥᾳδίως ἐπιδείξειν ἐξ αὐτῶν τῶν πεπραγμένων , ὥσθʼ ὑμῖν γενέσθαι φανερόν , ὅτι κἂν εἰ μὴ ἐπὶ τούτοις , ἀλλʼ ἐπὶ τῷ διὰ ταχέων ἀποδοῦναι τἀργύριον εἶχον , οὐκ ἄν ποτʼ ἀπέδοσαν οὐδʼ ἂν προεῖντο · τοιαύτας ἀνάγκας εἶχεν αὐτοῖς τὸ πρᾶγμα .
30.15δύο μὲν γάρ ἐστιν ἔτη τὰ μεταξὺ τοῦ συνοικῆσαί τε τὴν γυναῖκα καὶ φῆσαι τούτους πεποιῆσθαι τὴν ἀπόλειψιν · ἐγήματο μὲν γὰρ ἐπὶ Πολυζήλου ἄρχοντος σκιροφοριῶνος μηνός , ἡ δʼ ἀπόλειψις ἐγράφη ποσιδεῶνος μηνὸς ἐπὶ Τιμοκράτους · ἐγὼ δʼ εὐθέως μετὰ τοὺς γάμους δοκιμασθεὶς ἐνεκάλουν καὶ λόγον ἀπῄτουν , καὶ πάντων ἀποστερούμενος τὰς δίκας ἐλάγχανον ἐπὶ τοῦ αὐτοῦ ἄρχοντος .
30.16ὁ δὴ χρόνος οὗτος ὀφειλῆσαι μὲν ἐνδέχεται κατὰ τὰς ὁμολογίας , ἀποδοῦναι δʼ οὐκ ἔχει πίστιν . ὃς γὰρ διὰ ταῦτʼ ἐξ ἀρχῆς ὀφείλειν εἵλετο καὶ τόκον φέρειν , ἵνα μὴ κινδυνεύοι ἡ προὶξ μετὰ τῆς ἄλλης οὐσίας , πῶς οὗτος ἂν ἀπέδωκεν ἤδη τὴν δίκην φεύγοντος ; ὃς εἰ καὶ τότʼ ἐπίστευσεν , τηνικαῦτʼ ἂν ἀπολαβεῖν ἐζήτησεν . οὐκ ἔνεστι δήπουθεν , ὦ ἄνδρες δικασταί .
30.17ἀλλὰ μὴν ὡς ἐγήματο μὲν ἡ γυνὴ καθʼ ὃν ἐγὼ λέγω χρόνον , ἀντίδικοι δʼ ἡμεῖς ἤδη πρὸς ἀλλήλους ἐν τῷ μεταξὺ χρόνῳ κατέστημεν , ὕστερον δʼ ἢ ἐγὼ τὴν δίκην ἔλαχον τὴν ἀπόλειψιν οὗτοι πρὸς τὸν ἄρχοντʼ ἀπεγράψαντο , λαβέ μοι καθʼ ἕκαστον ταύτας τὰς μαρτυρίας .
Μαρτυρία
Μαρτυρία
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 30.11 | Dem. 30.16 (English) | >>Dem. 30.19 |